Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.212 Dem. 23.216 (English) >>Dem. 23.219

23.215περὶ δὴ τῶν νόμων ὧν παραγεγράμμεθʼ, ἄνδρες δικασταί, βούλομαι μικρὰ πρὸς ὑμᾶς εἰπὼν καταβαίνειν, νομίζω μνημονεύοντας ἂν ὑμᾶς ἄμεινον φυλάττειν, ἂν παράγειν καὶ φενακίζειν οὗτοι ζητῶσιν. πρῶτος νόμος ἄντικρυς εἴρηκεν, ἄν τις ἀποκτείνῃ, τὴν βουλὴν δικάζειν· δέ, ἄν τις ἀποκτείνῃ, εὐθὺς ἔγραψεν ἀγώγιμον εἶναι. τοῦτο φυλάττετε καὶ μέμνησθε, ὅτι πάντων ἐναντιώτατόν ἐστι τῷ κρίνειν τὸ μὴ διδόντα κρίσιν ἔκδοτον ποιεῖν. 23.216οὐκ ἐᾷ μετὰ ταῦθʼ δεύτερος νόμος οὐδὲ τὸν ἑαλωκότʼ ἀνδροφόνον λυμαίνεσθαι οὐδὲ χρήματα πράττεσθαι· δʼ ἐν τῷ ποιεῖν ἀγώγιμον πάντα ταῦτα δέδωκεν· ἐπὶ γὰρ τοῖς λαβοῦσιν ἔσται ποιεῖν τι ἂν βούλωνται. ἀπάγειν νόμος ὡς τοὺς θεσμοθέτας κελεύει, καὶ τοῦτʼ, ἂν ἐν τῇ τοῦ πεπονθότος λάβῃ τις πατρίδι· δʼ ἀγώγιμον αὐτῷ τῷ τὴν αἰτίαν ἐπενεγκόντι δίδωσιν ὡς αὑτόν, κἂν τῆς ἀλλοτρίας που λάβῃ. 23.217ἔστιν ἐφʼ οἷς ἀδικήμασιν δέδωκεν ἀποκτείνειν νόμος· δʼ οὐδὲν ὑπειπών, κἂν ἐπὶ τούτοις τις κτείνῃ, δίδωσιν ἔκδοτον τὸν ἀθῷον ἀφειμένον ἐν τοῖς νόμοις. ἄν τις πάθῃ τι τοιοῦτον, δίκας νόμος κελεύει αἰτεῖν πρῶτον· δὲ τοὐναντίον οὐδεμίαν κρίσιν οὔτʼ αὐτὸς εἰπὼν οὔτε παρʼ ὧν ἀξιοῖ λαβεῖν αἰτήσας, ἀγώγιμον εὐθὺς ἔγραψεν, κἄν τις ἀφαιρῆται, παραχρῆμʼ ἔκσπονδον.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.212 Dem. 23.216 (English) >>Dem. 23.219

Powered by PhiloLogic